Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 52.3 | Dem. 52.6 (English) | >>Dem. 52.9 |
52.5τύχης δὲ συμβάσης τοιαύτης τῷ Λύκωνι τούτῳ ὥστε εὐθὺς ἐκπλέοντα αὐτὸν περὶ τὸν Ἀργολικὸν κόλπον ὑπὸ λῃστρίδων νεῶν τά τε χρήματα καταχθῆναι εἰς Ἄργος καὶ αὐτὸν τοξευθέντα ἀποθανεῖν , ἔρχεται ἐπὶ τὴν τράπεζαν Κάλλιππος οὑτοσὶ εὐθὺς ἐρωτῶν , Λύκωνα Ἡρακλεώτην εἰ γιγνώσκοιεν . ἀποκριναμένου δὲ Φορμίωνος τουτουὶ ὅτι γιγνώσκοιεν , “ἆρα καὶ ἐχρῆτο ὑμῖν ;” ἔφη ὁ Φορμίων · “ἀλλὰ πρὸς τί ἐρωτᾷς ;” “πρὸς τί ;” ἔφη · “ἐγώ σοι ἐρῶ . ἐκεῖνος μὲν τετελεύτηκεν , ἐγὼ δὲ προξενῶν τυγχάνω τῶν Ἡρακλεωτῶν . ἀξιῶ δή σε δεῖξαί μοι τὰ γράμματα , ἵνʼ εἰδῶ εἴ τι καταλέλοιπεν ἀργύριον · ἐξ ἀνάγκης γάρ μοί ἐστιν ἁπάντων Ἡρακλεωτῶν ἐπιμελεῖσθαι .”
52.6ἀκούσας δʼ αὐτοῦ ὁ Φορμίων , ὦ ἄνδρες δικασταί , ἔδειξεν εὐθέως παραχρῆμα . δείξαντος δὲ αὐτοῦ τὸ γραμματεῖον , ἀναγνοὺς αὐτὸς καὶ ἄλλος οὐδείς , καὶ ἰδὼν γεγραμμένον ἐν αὐτῷ “Λύκων Ἡρακλεώτης χιλίας ἑξακοσίας τετταράκοντα · Κηφισιάδῃ ἀποδοῦναι δεῖ · Ἀρχεβιάδης Λαμπτρεὺς δείξει τὸν Κηφισιάδην ”, ᾤχετο ἀπιὼν σιωπῇ , καὶ πλέον ἢ πέντε μηνῶν οὐδένα λόγον ἐποιήσατο .
52.7ἐπιδημήσαντος δὲ τοῦ Κηφισιάδου μετὰ ταῦτα καὶ προσελθόντος πρὸς τὴν τράπεζαν καὶ ἀπαιτοῦντος τὰ χρήματα , παρόντος δέ , ὦ ἄνδρες δικασταί , Ἀρχεβιάδου καὶ τοῦ Φρασίου , οὓς ὁ Λύκων τῷ πατρὶ συνέστησεν καὶ ἐκέλευσε τὸν Κηφισιάδην δεῖξαι ὃς εἴη , ἐπειδὴ ἔλθοι , παρόντων <δὲ > καὶ ἄλλων , ἐξαριθμήσας αὐτῷ τὰς ἑκκαίδεκα μνᾶς καὶ τετταράκοντα δραχμὰς ἀπέδωκε Φορμίων οὑτοσί . ὡς δὲ ἀληθῆ λέγω , τούτων ἁπάντων ὑμῖν τὰς μαρτυρίας ἀναγνώσεται .
Μαρτυρίαι
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 52.3 | Dem. 52.6 (English) | >>Dem. 52.9 |